Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.156 | Dem. 23.158 (English) | >>Dem. 23.161 |
23.157τί δὴ συμβαίνει παραυτά , ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμʼ ἐπʼ αὐτοφώρῳ ; ὁ Μέμνων καὶ ὁ Μέντωρ , οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου , ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ , βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν , πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι , ἀποστεῖλαι δʼ ὑπόσπονδον , διδάσκοντες ὡς ὑμεῖς , κἂν ἐκεῖνος μὴ ʼθέλῃ , διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν .
23.158ὡς δὲ τυγχάνει ταύτης τῆς ἀλόγου καὶ ἀπροσδοκήτου σωτηρίας ὁ Χαρίδημος , διαβὰς εἰς τὴν Χερρόνησον ἐφʼ αὑτοῦ διὰ τὰς σπονδάς , τοσούτου ἐδέησεν ἐπελθεῖν τῷ Κότυϊ , γεγραφὼς ὅτι οὐχ ὑπομενεῖ Κότυς αὐτὸν ἐπιόντα , ἢ τὴν Χερρόνησον ὅπως κομιεῖσθʼ ὑμεῖς συμπρᾶξαι , ὥστε πάλιν μισθώσας αὑτὸν τῷ Κότυϊ τὰ ὑπόλοιπα τῶν ὑμετέρων χωρίων Κριθώτην καὶ Ἐλαιοῦντʼ ἐπολιόρκει . καὶ ὅτι ταῦτα , καὶ ἡνίκʼ ἔτʼ ἦν ἐν τῇ Ἀσίᾳ καὶ τὴν ἐπιστολὴν ἔπεμπε πρὸς ὑμᾶς , ἐγνωκὼς ποιεῖν ἐφενάκιζεν ὑμᾶς , ἀπὸ τῆς διαβάσεως ἣν ἐποιήσατο γνώσεσθε · ἐκ γὰρ Ἀβύδου τῆς τὸν ἅπαντα χρόνον ὑμῖν ἐχθρᾶς καὶ ὅθεν ἦσαν οἱ Σηστὸν καταλαβόντες , εἰς Σηστὸν διέβαινεν , ἣν εἶχε Κότυς .
23.159καίτοι μὴ νομίζετε μήτʼ ἂν τοὺς Ἀβυδηνοὺς αὐτὸν ὑποδέχεσθαι μήτʼ ἂν τοὺς ἐν τῇ Σηστῷ , τῆς ἐπιστολῆς ὑμῖν ἐκείνης πεπεμμένης , εἰ μὴ συνῄδεσαν αὐτῷ φενακίζοντι τότε καὶ συνεξηπάτων αὐτοί , βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμʼ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν , διαβάντος δέ , ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν , αὑτοῖς ὑπάρξαι τὴν χρείαν . ὅτι τοίνυν οὕτω ταῦτʼ ἔχει , λέγε τὰς ἐπιστολάς , ἥν τʼ ἔπεμψεν ἐκεῖνος καὶ τὰς παρὰ τῶν ἀρχόντων τῶν ἐκ Χερρονήσου · γνώσεσθε γὰρ ἐκ τούτων ὅτι ταῦθʼ οὕτως ἔχει . λέγε .
Ἐπιστολή
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.156 | Dem. 23.158 (English) | >>Dem. 23.161 |